TLG 2512 002 :: PAEON :: Fragmenta

PAEON Hist.
(Amathusiacus: 3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 371.

Frr. 1–2

Citation: Fragment — (line)

t1-2

ΚΥΠΡΙΑΚΑ. E LIBRO PRIMO.

1

Schol. Aristoph. Nub. 10: Κρέων δὲ ἐν τῷ πρώτῳ τῶν Κυπριακῶν κορδύλην φησὶ καλεῖσθαι τὸ πρὸς κε‐ φαλῇ προσείλημα, ὃ δὴ παρὰ Ἀθη‐ ναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις κιδάριον.

2

Plutarchus Thes. c. 20: Ἴδιον δέ τινα περὶ τού‐ των λόγον ἐκδέδωκε Παίων ὁ Ἀμαθούσιος. Τὸν γὰρ Θησέα φησὶν ὑπὸ χειμῶνος εἰς Κύπρον ἐξενεχθέντα, καὶ τὴν Ἀριάδνην ἔγκυον ἔχοντα, φαύλως δὲ διακειμέ‐
5νην ὑπὸ τοῦ σάλου καὶ δυσφοροῦσαν ἐκβιβάσαι μόνην· αὐτὸν δὲ τῷ πλοίῳ βοηθοῦντα πάλιν εἰς τὸ πέλαγος ἀπὸ τῆς γῆς φέρεσθαι. Τὰς οὖν ἐγχωρίους γυναῖκας τὴν Ἀριάδνην ἀναλαβεῖν καὶ περιέπειν ἀθυμοῦσαν ἐπὶ τῇ μονώσει, καὶ γράμματα πλαστὰ προσφέρειν, ὡς τοῦ
10Θησέως γράφοντος αὐτῇ, καὶ περὶ τὴν ὠδῖνα συμπο‐ νεῖν καὶ βοηθεῖν· ἀποθανοῦσαν δὲ θάψαι, μὴ τεκοῦσαν. Ἐπανελθόντα δὲ τὸν Θησέα καὶ περίλυπον γενόμενον τοῖς μὲν ἐγχωρίοις ἀπολιπεῖν χρήματα, συντάξαντα θύειν τῇ Ἀριάδνῃ· δύο δὲ μικροὺς ἀνδριαντίσκους ἱδρύ‐
15σασθαι, τὸν μὲν ἀργυροῦν, τὸν δὲ χαλκοῦν. Ἐν δὲ τῇ θυσίᾳ τοῦ Γορπιαίου μηνὸς ἱσταμένου δευτέρᾳ, κατα‐ κλινόμενόν τινα τῶν νεανίσκων φθέγγεσθαι καὶ ποιεῖν, ἅπερ ὠδίνουσαι γυναῖκες· καλεῖν δὲ τὸ ἄλσος Ἀμαθου‐
σίους, ἐν ᾧ τὸν τάφον δεικνύουσιν, Ἀριάδνης Ἀφροδίτης.371